Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.38 Joseph. AJ 14.43 (English) >>Joseph. AJ 14.48

14.41ἔνθα δὴ καὶ τῶν Ἰουδαίων διήκουσεν καὶ τῶν ἡγουμένων αὐτῶν, οἳ πρός τε ἀλλήλους διεφέροντο Ὑρκανὸς καὶ Ἀριστόβουλος καὶ τὸ ἔθνος πρὸς ἀμφοτέρους, τὸ μὲν οὐκ ἀξιοῦν βασιλεύεσθαι· πάτριον γὰρ εἶναι τοῖς ἱερεῦσι τοῦ τιμωμένου παρʼ αὐτοῖς θεοῦ πειθαρχεῖν, ὄντας δὲ τούτους ἀπογόνους τῶν ἱερέων εἰς ἄλλην μετάγειν ἀρχὴν τὸ ἔθνος ζητῆσαι, ὅπως καὶ δοῦλον γένοιτο. 14.42Ὑρκανὸς δὲ κατηγόρει, ὅτι πρεσβύτερος ὢν ἀφαιρεθείη τὸ πρεσβεῖον ὑπὸ Ἀριστοβούλου καὶ μικρὸν ἔχοι μέρος τῆς χώρας ὑφʼ αὑτῷ, τὴν δὲ ἄλλην βίᾳ λαβὼν Ἀριστόβουλος· 14.43τάς τε καταδρομὰς τὰς ἐπὶ τοὺς ὁμόρους καὶ τὰ πειρατήρια τὰ ἐν τῇ θαλάττῃ τοῦτον εἶναι τὸν συστήσαντα διέβαλεν, οὐκ ἂν οὐδʼ ἀποστῆναι λέγων τὸ ἔθνος αὐτοῦ, εἰ μὴ βίαιός τις καὶ ταραχώδης ὑπῆρχεν. συνηγόρουν δὲ αὐτῷ ταῦτα λέγοντι πλείους χίλιοι τῶν δοκιμωτάτων Ἰουδαίων Ἀντιπάτρου παρασκευάσαντος. 14.44 δὲ τοῦ μὲν ἐκπεσεῖν αὐτὸν τῆς ἀρχῆς τὴν ἐκείνου φύσιν ᾐτιᾶτο ἄπρακτον οὖσαν καὶ διὰ τοῦτʼ εὐκαταφρόνητον, αὐτὸν δʼ ἔλεγεν φόβῳ τοῦ μὴ πρὸς ἄλλους μεταστῆναι τὴν ἀρχὴν ἐν ἀνάγκης αὐτὴν ὑπελθεῖν, προσαγορεύεσθαι δὲ αὐτὸν τοῦτο ὅπερ καὶ Ἀλέξανδρον τὸν πατέρα. 14.45καὶ δὴ μάρτυρας τούτων ἐκάλει τοὺς νέους καὶ σοβαρωτέρους, ὧν ἐβδελύττοντο τὰς πορφυρίδας καὶ τὰς κόμας καὶ τὰ φάλαρα καὶ τὸν ἄλλον κόσμον, ὃν ὥσπερ οὐ δίκην ὑφέξοντες, ἀλλʼ ὡς εἰς πομπὴν προϊόντες περιέκειντο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.38 Joseph. AJ 14.43 (English) >>Joseph. AJ 14.48

Powered by PhiloLogic